en ru
Aπό την υμνολογία της Εκκλησίας μας



Κάθισμα. Ἦχος γ΄


Τὴν ὡραιότητα τῆς Παρθενίας σου,

καὶ τὸ ὑπέρλαμπρον τὸ τῆς ἁγνείας σου,

ὁ Γαβριὴλ καταπλαγείς, ἐβόα σοι Θεοτόκε·

Ποῖόν σοι ἐγκώμιον, προσαγάγω ἐπάξιον;

τί δὲ ὀνομάσω σε; Ἀπορῶ καὶ ἐξίσταμαι,

διὸ ὡς προσετάγην βοῶ σοι·

Χαῖρε ἡ Κεχαριτωμένη.




ευαγγελισμος 




 κοιμηση 2


Εἱρμὸς Θ΄ Ὠδῆς τοῦ Κανόνος
τῆς ἑορτῆς τῆς Κοιμήσεως τῆς Θεοτόκου.


Νενίκηνται τῆς φύσεως οἱ ὅροι,
ἐν σοὶ Παρθένε ἄχραντε·

παρθενεύει γὰρ τόκος,
καὶ ζωὴν προμνηστεύεται θάνατος.

Ἡ μετὰ τὸκον Παρθένος,
καὶ μετὰ θάνατον ζῶσα,

σῴζοις ἀεί, Θεοτόκε,
τὴν κληρονομίαν σου.



Θεοτοκίον. Ἦχος Βαρύς

 

Ὡς τῆς ἡμῶν Ἀναστάσεως θησαύρισμα, 
τοὺς ἐπὶ σοὶ πεποιθότας Πανύμνητε,

ἐκ λάκκου καὶ βυθοῦ πταισμάτων ἀνάγαγε·

σὺ γὰρ τοὺς ὑπευθύνους τῇ ἁμαρτίᾳ,
ἔσωσας τεκοῦσα τὴν σωτηρίαν,

 πρ τόκου Παρθένος, καὶ ἐν τόκῳ Παρθένος, 

κα μετ τόκον πάλιν οὖσα Παρθένος.
 
Panagia Egkymonoysa2